Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.95.1 | Hdt. 9.96.3 (English) | >>Hdt. 9.98.2 |
9.96.1
τοῖσι δὲ Ἕλλησι ὡς ἐκαλλιέρησε , ἀνῆγον τὰς νέας ἐκ τῆς Δήλου πρὸς τὴν Σάμον . ἐπεὶ δὲ ἐγένοντο τῆς Σαμίης πρὸς Καλαμίσοισι , οἱ μὲν αὐτοῦ ὁρμισάμενοι κατὰ τὸ Ἥραιον τὸ ταύτῃ παρεσκευάζοντο ἐς ναυμαχίην , οἱ δὲ Πέρσαι πυθόμενοι σφέας προσπλέειν ἀνῆγον καὶ αὐτοὶ πρὸς τὴν ἤπειρον τὰς νέας τὰς ἄλλας , τὰς δὲ Φοινίκων ἀπῆκαν ἀποπλέειν . βουλευομένοισι γάρ σφι ἐδόκεε ναυμαχίην μὴ ποιέεσθαι ·
9.96.2 οὐ γὰρ ὦν ἐδόκεον ὅμοιοι εἶναι . ἐς δὲ τὴν ἤπειρον ἀπέπλεον , ὅκως ἔωσι ὑπὸ τὸν πεζὸν στρατὸν τὸν σφέτερον ἐόντα ἐν τῇ Μυκάλῃ , ὃς κελεύσαντος Ξέρξεω καταλελειμμένος τοῦ ἄλλου στρατοῦ Ἰωνίην ἐφύλασσε · τοῦ πλῆθος μὲν ἦν ἓξ μυριάδες , ἐστρατήγεε δὲ αὐτοῦ Τιγράνης κάλλεϊ καὶ μεγάθεϊ ὑπερφέρων Περσέων .
9.96.3 ὑπὸ τοῦτον μὲν δὴ τὸν στρατὸν ἐβουλεύσαντο καταφυγόντες οἱ τοῦ ναυτικοῦ στρατηγοὶ ἀνειρύσαι τὰς νέας καὶ περιβαλέσθαι ἕρκος ἔρυμά τε τῶν νεῶν καὶ σφέων αὐτῶν κρησφύγετον .
ch. 97
9.97.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.95.1 | Hdt. 9.96.3 (English) | >>Hdt. 9.98.2 |